Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.82 Joseph. AJ 19.88 (English) >>Joseph. AJ 19.93

19.86ἄρτι τε συνῄει πληθὺς εἰς τὸ Παλάτιον ἐπὶ προκαταλήψει θέας πολλῷ θορύβῳ καὶ ὠθισμῷ, χαρᾷ φέροντος Γαΐου τὴν ἐπὶ τοιοῖσδε τῶν πολλῶν σπουδήν, παρὸ καὶ διακέκριτο οὐδὲν οὔτε τῇ συγκλήτῳ χωρίον οὔτε τοῖς ἱππεῦσιν, φύρδην δὲ ἕζοντο καὶ τοῖς ἀνδράσιν ὁμοῦ αἱ γυναῖκες καὶ τῷ δούλῳ ἀναμεμιγμένον τὸ ἐλεύθερον. 19.87Γάιος δὲ προόδων αὐτῷ γενομένων ἔθυσε τῷ Σεβαστῷ Καίσαρι, δὴ καὶ τὰ τῆς θεωρίας ἤγετο, καὶ πίπτοντος τῶν ἱερείων τινὸς συνέβη αἵματι τὴν Ἀσπρήνα στολὴν ἑνὸς τῶν συγκλητικῶν ἀνάπλεων γενέσθαι. τοῦτο Γαΐῳ γέλωτα μὲν παρέσχεν, ἦν δʼ ἄρα εἰς οἰωνὸν τῷ Ἀσπρήνᾳ φανερόν· ἐπικατασφάζεται γὰρ τῷ Γαΐῳ. 19.88Γάιον δʼ ἱστορεῖται παρὰ φύσιν τὴν ἑαυτοῦ εὐπροσηγορώτατον γενέσθαι κατʼ ἐκείνην τὴν ἡμέραν καὶ δεξιότητι χρώμενον ὁμιλίας πάνθʼ ὁντινοῦν ἐκπλῆξαι τῶν παρατυγχανόντων. 19.89μετὰ δὲ τὴν θυσίαν ἐπὶ τὴν θεωρίαν τραπεὶς ἐκαθέζετο καὶ περὶ αὐτὸν τῶν ἑταίρων οἱ ἀξιολογώτατοι. 19.90κατεσκεύαστο δὲ τὸ θέατρον, πηκτὸν δὲ ἐγίνετο κατὰ ἕκαστον ἐνιαυτόν, τοιόνδε τρόπον· θύρας ἔχει δύο φερούσας τὴν μὲν εἰς αἴθριον, τὴν δʼ εἰς στοὰν εἰσόδοις καὶ ἀποχωρήσεσιν, ὅπως μὴ ταράσσοιντο οἱ ἔνδον ἀπειλημμένοι, ἐκ δʼ αὐτῆς τῆς καλύβης ἐνδοτέρω διαφράγμασιν ἑτέραν ἀπειληφυίαις ἐπʼ ἀναστροφῇ τοῖς ἀνταγωνισταῖς καὶ ὁπόσα ἀκροάματα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.82 Joseph. AJ 19.88 (English) >>Joseph. AJ 19.93

Powered by PhiloLogic